Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.99 Joseph. AJ 4.104 (English) >>Joseph. AJ 4.109

4.102

Βάλακος τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. 4.103καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δʼ εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν. 4.104οἱ δέ, ἦν γάρ τις ἀπὸ Εὐφράτου Βάλαμος μάντις ἄριστος τῶν τότε καὶ πρὸς αὐτοὺς ἐπιτηδείως ἔχων, πέμπουσι μετὰ τῶν Βαλάκου πρέσβεων ἄνδρας τῶν παρʼ αὐτοῖς ἀξιολόγων παρακαλέσοντας τὸν μάντιν ἐλθεῖν, ὅπως ἐπʼ ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται. 4.105παραγενομένους δὲ τοὺς πρέσβεις δέχεται ξενίᾳ φιλοφρόνως καὶ δειπνίσας ἀνέκρινε τὴν τοῦ θεοῦ διάνοιαν, τίς αὕτη ἐστὶν ἐφʼ οἷς Μαδιηνῖται παρακαλοῦσι. τοῦ δʼ ἐμποδὼν στάντος ἀφικνεῖται πρὸς τοὺς πρέσβεις, προθυμίαν μὲν καὶ σπουδὴν τὴν ἰδίαν ἐμφανίζων αὐτοῖς εἰς δέονται τυχεῖν, τὸν δὲ θεὸν ἀντιλέγειν αὐτοῦ τῇ προαιρέσει δηλῶν, ὃς αὐτὸν ἐπὶ τοσοῦτον κλέος διʼ ἀλήθειαν καὶ τὴν ταύτης πρόρρησιν ἀγάγοι· 4.106τὸν γὰρ στρατόν, καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, διʼ εὐνοίας εἶναι τῷ θεῷ· συνεβούλευέ τε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρʼ αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.99 Joseph. AJ 4.104 (English) >>Joseph. AJ 4.109

Powered by PhiloLogic